LIVE ΕΡΤ

Δευτέρα, 9 Απριλίου 2012

Μ.ΔΕΥΤΕΡΑ-ΙΔΟΥ Ο ΝΥΜΦΙΟΣ ΕΡΧΕΤΕ...



ΕΥΑΓΓΕΛΙΟΝ Μ.ΔΕΥΤΕΡΑΣ(Ιωσηφ Παγκαλου)


Ἐκ τοῦ κατά Ματθαῖον.
Κεφ. 21: 18-43
Τῷ καιρῷ ἐκείνῳ, ἐπανάγων ὁ ᾿Ιησοῦς εἰς τὴν πόλιν, ἐπείνασε· καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἦλθεν ἐπ᾿ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ, εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. Καὶ ἰδόντες οἱ Μαθηταὶ, ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; Ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς, εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν, καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· καὶ πάντα ὅσα ἐὰν αἰτήσητε ἐν τῇ προσευχῇ, πιστεύοντες, λήψεσθε. Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερὸν, προσῆλθον αὐτῷ διδάσκοντι οἱ Ἀρχιερεῖς καὶ οἱ Πρεσβύτεροι τοῦ λαοῦ, λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; Ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς, εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. Τὸ βάπτισμα ᾿Ιωάννου πόθεν ἦν, ἐξ οὐρανοῦ, ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο παρ᾿ ἑαυτοῖς, λέγοντες· Ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ὴμῖν· Διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων· φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ἔχουσι τὸν ᾿Ιωάννην ὡς προφήτην. Καὶ ἀποκριθέντες τῷ ᾿Ιησοῦ εἶπον· Οὐκ οἴδαμεν. Ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. Τί δὲ ὑμῖν δοκεῖ; Ἄνθρωπός τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ, εἶπε· Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. Ὁ δὲ ἀποκριθεὶς, εἶπεν· Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς, ἀπῆλθε. Καὶ προσελθὼν τῷ δευτέρῳ, εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς, εἶπεν· Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε. Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; Λέγουσιν αὐτῷ· Ὁ πρῶτος. Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἀμὴν λέγω ὑμῖν, ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἦλθε γὰρ πρὸς ὑμᾶς ᾿Ιωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες, οὐ μετεμελήθητε ὕστερον, τοῦ πιστεῦσαι αὐτῷ. ῎Αλλην παραβολὴν ἀκούσατε· Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς, λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ, ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων· Ἐντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ, ἰδόντες τὸν υἱὸν, εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ λαβόντες αὐτὸν, ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος, καὶ ἀπέκτεινον. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς· «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;» Διὰ τοῦτο λέγω ὑμῖν, ὅτι ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει, ποιοῦντι τοὺς καρποὺς αὐτῆς·
ΕΥΑΓΓΕΛΙΟ Μ.ΔΕΥΤΕΡΑΣ(Ιωσηφ Παγκαλου)
Ἐκ τοῦ κατά Ματθαῖον.
Τῷ καιρῷ ἐκείνῳ, καθημένου τοῦ ᾿Ιησοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ κατ᾿ ἰδίαν, λέγοντες· Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ τῆς συντελείας τοῦ αἰῶνος; Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς, εἶπεν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι. Μελλήσετε δὲ ἀκούειν πολέμους, καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ᾿ οὔπω ἐστὶ τὸ τέλος. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· καὶ ἔσονται λιμοὶ, καὶ λοιμοὶ, καὶ σεισμοὶ κατὰ τόπους· πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων. Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. Καὶ τότε σκανδαλισθήσονται πολλοὶ, καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους. καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται, καὶ πλανήσουσι πολλούς, καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Καὶ κηρυχθήσεται τοῦτο τὸ Εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ, εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος. ῞Οταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ· - ὁ ἀναγινώσκων νοείτω - τότε οἱ ἐν τῇ ᾿Ιουδαία, φευγέτωσαν ἐπὶ τὰ ὄρη, ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβαινέτω ἆραι τι ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὁ ἐν τῷ ἀγρῷ, μὴ ἐπιστρεψάτω ὀπίσω, ἆραι τὰ ἱμάτια αὐτοῦ. Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις, καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. Προσεύχεσθε δὲ, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος, μηδὲ ἐν Σαββάτῳ. Ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ᾿ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδ᾿ οὐ μὴ γένηται. Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. Τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ, ὧδε ὁ Χριστὸς, ἢ ὧδε, μὴ πιστεύσητε· Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. Ἰδοὺ προείρηκα ὑμῖν. Ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστί, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου· ὅπου γὰρ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ Δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Καὶ ἀποστελεῖ τοὺς Ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾿ ἄκρων οὐρανῶν, ἕως ἄκρων αὐτῶν. ᾿Απὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. Ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς, καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε, ὅτι ἐγγὺς τὸ θέρος· οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα ταῦτα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.

ΙΔΟΥ Ο ΝΥΜΦΙΟΣ ΕΡΧΕΤΑΙ:

ΤΟΝ ΝΥΜΦΩΝΑ ΣΟΥ ΒΛΕΠΩ ΣΩΤΗΡ ΜΟΥ:

Σημερον ο Ιησους βρισκετε ηδη εις την Ιερουσαλημ,τον τοπο που εμελλε να κριθει ο κρητης των παντων,να κριθει αμαρτωλος ο αναμαρτητος,ενοχος ο αθωος,ο αμνος του Θεου.

Ηδη απο εχθες διδασκει το θελημα του Θεου και Πατερα Του.
Σημερα λεγει σε αυτους που αργοτερα θα τον κρινουν,θα τον βλασφημησουν,θα τον ραπησουν και θα τον πτυσουν,σε αυτους που θα πουν στον Πιλατο:Αρων-αρων σταυρωσον αυτον,τις παραβολες του κυρηττωντας παντα το θελημα του Θεου.

Σημερα λεγει στους Μαθητες του:Πολλοι εχουν ερθει και θα ερθουν και θα πουν:"Εγω ειμι ο Χριστος!"εξαπατωντας πολλους.Ομως ο μονος αληθινος Χριστος ειμαι εγω,ο Υιος του Θεου.
Σημερα εκανε ενα ακομα θαυμα με την συκια η οποια ξεραθηκε.

Και καθε μερα που περναει ο Ιησους Χριστος ερχετε ποιο κοντα στο εκουσιο παθος.Ποιο κοντα στα Αγια και Αχραντα παθη του...

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου